Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 1.157 Joseph. BJ 1.162 (English) >>Joseph. BJ 1.166

1.160

δʼ ἀποδρὰς τῶν Ἀριστοβούλου παίδων Πομπήιον Ἀλέξανδρος χρόνῳ συναγαγὼν χεῖρα συχνὴν βαρὺς ἦν Ὑρκανῷ καὶ τὴν Ἰουδαίαν κατέτρεχεν, ἐδόκει τε ἂν καταλῦσαι ταχέως αὐτόν, ὅς γε

-- --

ἤδη καὶ τὸ καταρριφθὲν ὑπὸ Πομπηίου τεῖχος ἐν Ἱεροσολύμοις ἀνακτίζειν ἐθάρρει προσελθών, εἰ μὴ Γαβίνιος εἰς Συρίαν πεμφθεὶς Σκαύρῳ διάδοχος τά τε ἄλλα γενναῖον ἀπέδειξεν ἑαυτὸν ἐν πολλοῖς καὶ ἐπʼ Ἀλέξανδρον ὥρμησεν. 1.161 δὲ δείσας πρὸς τὴν ἔφοδον δύναμίν τε πλείω συνέλεγεν, ὡς γενέσθαι μυρίους μὲν ὁπλίτας χιλίους δὲ καὶ πεντακοσίους ἱππεῖς, καὶ τὰ ἐπιτήδεια τῶν χωρίων ἐτείχιζε Ἀλεξάνδρειόν τε καὶ Ὑρκάνειον καὶ Μαχαιροῦντα πρὸς τοῖς Ἀραβίοις ὄρεσιν. 1.162

Γαβίνιος δὲ μετὰ μέρους τῆς στρατιᾶς Μᾶρκον Ἀντώνιον προπέμψας αὐτὸς εἵπετο τὴν ὅλην ἔχων δύναμιν. οἱ δὲ περὶ τὸν Ἀντίπατρον ἐπίλεκτοι καὶ τὸ ἄλλο τάγμα τῶν Ἰουδαίων, ὧν Μάλιχος ἦρχεν καὶ Πειθόλαος, συμμίξαντες τοῖς περὶ Μᾶρκον Ἀντώνιον ἡγεμόσιν ὑπήντων Ἀλεξάνδρῳ. καὶ μετʼ οὐ πολὺ παρῆν ἅμα τῇ φάλαγγι Γαβίνιος. 1.163ἑνουμένην δὲ τὴν τῶν πολεμίων δύναμιν οὐχ ὑπομείνας Ἀλέξανδρος ἀνεχώρει καὶ πλησίον ἤδη Ἱεροσολύμων γενόμενος ἀναγκάζεται συμβαλεῖν καὶ κατὰ τὴν μάχην ἑξακισχιλίους ἀποβαλών, ὧν τρισχίλιοι μὲν ἔπεσον τρισχίλιοι δὲ ἐζωγρήθησαν, φεύγει σὺν τοῖς καταλειφθεῖσιν εἰς Ἀλεξάνδρειον.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 1.157 Joseph. BJ 1.162 (English) >>Joseph. BJ 1.166

Powered by PhiloLogic